Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.252 Joseph. AJ 4.257 (English) >>Joseph. AJ 4.261

4.255ἐὰν δὲ μὴ βούληται γαμεῖν ἀδελφός, ἐπὶ τὴν γερουσίαν ἐλθοῦσα γυνὴ μαρτυράσθω τοῦθʼ, ὅτι βουλομένην αὐτὴν ἐπὶ τοῦ οἴκου μένειν καὶ τεκνοῦν ἐξ αὐτοῦ μὴ προσδέχοιτο ὑβρίζων τὴν τοῦ τεθνηκότος ἀδελφοῦ μνήμην. ἐρομένης δὲ τῆς γερουσίας, διὰ ποίαν αἰτίαν ἀλλοτρίως ἔχοι πρὸς τὸν γάμον, ἄν τε μικρὰν ἄν τε μείζω λέγῃ, πρὸς ταῦτα ῥεπέτω· 4.256ὑπολύσασα δʼ αὐτὸν γυνὴ τἀδελφοῦ τὰ σάνδαλα, καὶ πτύουσα αὐτοῦ εἰς τὸ πρόσωπον τούτων αὐτὸν ἄξιον εἶναι παρʼ αὐτῆς λεγέτω τυγχάνειν ὑβρίσαντα τὴν τοῦ κατοιχομένου μνήμην. καὶ μὲν ἐκ τῆς γερουσίας ἀπίτω τοῦτʼ ἔχων ὄνειδος πρὸς ἅπαντα τὸν βίον, δʼ ᾧπερ ἂν βουληθῇ τινι τῶν δεομένων γαμείσθω. 4.257ἂν δʼ αἰχμάλωτόν τις λάβῃ παρθένον ἄν τε καὶ γεγαμημένην, βουλομένῳ συνοικεῖν μὴ πρότερον ἐξέστω εὐνῆς ἅψασθαι καὶ κοινωνίας, πρὶν ξυραμένην αὐτὴν καὶ πένθιμον σχῆμα ἀναλαβοῦσαν ἀποθρηνῆσαι συγγενεῖς καὶ φίλους τοὺς ἀπολωλότας ἐν τῇ μάχῃ, 4.258ὅπως τὸ ἐπʼ αὐτοῖς κορέσασα λυπηρὸν ἔπειθʼ οὕτως ἐπʼ εὐωχίας τράπηται καὶ γάμους· καλὸν γὰρ εἶναι καὶ δίκαιον παιδοποιὸν παραλαμβάνοντα θεραπεύειν αὐτῆς τὸ βουλητὸν, ἀλλὰ μὴ τὴν ἰδίαν ἡδονὴν διώκοντα μόνον τοῦ κατʼ αὐτὴν ἀμελεῖν κεχαρισμένου. 4.259τριάκοντα δʼ ἡμερῶν τῷ πένθει διελθουσῶν, αὐτάρκεις γὰρ ἐπὶ τοῖς δακρύοις αὗται τῶν φιλτάτων ταῖς φρονίμοις, τότε χωρεῖν ἐπὶ τὸν γάμον. εἰ δʼ ἐμπλησθεὶς τῆς ἐπιθυμίας ὑπερηφανεύσειεν αὐτὴν γαμετὴν ἔχειν, μηκέτʼ ἐξουσίαν ἐχέτω καταδουλοῦν αὐτήν, ἀλλʼ ὅπη βούλεται χωρεῖν ἀπίτω τοῦτο ἐλεύθερον ἔχουσα.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.252 Joseph. AJ 4.257 (English) >>Joseph. AJ 4.261

Powered by PhiloLogic